Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;
ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή:
νυμφάων , αἳ ἔχουσ᾽ ὀρέων αἰπεινὰ κάρηνα
καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
125
νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;
ἀλλ᾽ ἄγ᾽ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.”
ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,
ἐκ πυκινῆς δ᾽ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ
φύλλων , ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.
130
βῆ δ᾽ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,
ὅς τ᾽ εἶσ᾽ ὑόμενος καὶ ἀήμενος , ἐν δέ οἱ ὄσσε
δαίεται : αὐτὰρ βουσὶ μετέρχεται ὀίεσσιν
ἠὲ μετ᾽ ἀγροτέρας ἐλάφους : κέλεται δέ γαστὴρ
μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν:
135
ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε
μίξεσθαι , γυμνός περ ἐών : χρειὼ γὰρ ἵκανε.
σμερδαλέος δ᾽ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,
τρέσσαν δ᾽ ἄλλυδις ἄλλη ἐπ᾽ ἠιόνας προὐχούσας:
οἴη δ᾽ Ἀλκινόου θυγάτηρ μένε : τῇ γὰρ Ἀθήνη
140
θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.
στῆ δ᾽ ἄντα σχομένη : δὲ μερμήριξεν Ὀδυσσεύς,
γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην,
αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι
λίσσοιτ᾽ , εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.
145
ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,
μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.
αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.
γουνοῦμαί σε , ἄνασσα : θεός νύ τις , βροτός ἐσσι;
150
εἰ μέν τις θεός ἐσσι , τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,