Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
δήμῳ ἐν ἀλλοδαπῷ : ἕο δ᾽ αὐτοῦ πάντα κολούει.
τῶν δ᾽ ἄλλων οὔ πέρ τιν᾽ ἀναίνομαι οὐδ᾽ ἀθερίζω,
ἀλλ᾽ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
πάντα γὰρ οὐ κακός εἰμι , μετ᾽ ἀνδράσιν ὅσσοι ἄεθλοι:
215
εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι:
πρῶτός κ᾽ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
ἀνδρῶν δυσμενέων , εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
220
δήμῳ ἔνι Τρώων , ὅτε τοξαζοίμεθ᾽ Ἀχαιοί.
τῶν δ᾽ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,
ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
οὔθ᾽ Ἡρακλῆι οὔτ᾽ Εὐρύτῳ Οιχαλιῆι,
225
οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.
τῷ ῥα καὶ αἶψ᾽ ἔθανεν μέγας Εὔρυτος , οὐδ᾽ ἐπὶ γῆρας
ἵκετ᾽ ἐνὶ μεγάροισι : χολωσάμενος γὰρ Ἀπόλλων
ἔκτανεν , οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
δουρὶ δ᾽ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
230
οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ
Φαιήκων : λίην γὰρ ἀεικελίως ἐδαμάσθην
κύμασιν ἐν πολλοῖς , ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
ἦεν ἐπηετανός : τῷ μοι φίλα γυῖα λέλυνται.”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
235
Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν:
ξεῖν᾽ , ἐπεὶ οὐκ ἀχάριστα μεθ᾽ ἡμῖν ταῦτ᾽ ἀγορεύεις,
ἀλλ᾽ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν , τοι ὀπηδεῖ,
χωόμενος ὅτι σ᾽ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
νείκεσεν , ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,
240
ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν: