Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀτρίπτους ἁπαλάς : μετὰ δὲ μνηστῆρσιν ἔειπεν:
φίλοι , οὐ μὲν ἐγὼ τανύω , λαβέτω δὲ καὶ ἄλλος.
πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει
θυμοῦ καὶ ψυχῆς , ἐπεὶ πολὺ φέρτερόν ἐστι
155
τεθνάμεν ζώοντας ἁμαρτεῖν , οὗθ᾽ ἕνεκ᾽ αἰεὶ
ἐνθάδ᾽ ὁμιλέομεν , ποτιδέγμενοι ἤματα πάντα.
νῦν μέν τις καὶ ἔλπετ᾽ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ
γῆμαι Πηνελόπειαν , Ὀδυσσῆος παράκοιτιν.
αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,
160
ἄλλην δή τιν᾽ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων
μνάσθω ἐέδνοισιν διζήμενος : δέ κ᾽ ἔπειτα
γήμαιθ᾽ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.”
ὣς ἄρ᾽ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,
κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
165
αὐτοῦ δ᾽ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
ἂψ δ᾽ αὖτις κατ᾽ ἄρ ἕζετ᾽ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
Ἀντίνοος δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
λειῶδες , ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
δεινόν τ᾽ ἀργαλέον τε , —νεμεσσῶμαι δέ τ᾽ ἀκούων
170
εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει
θυμοῦ καὶ ψυχῆς , ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.
οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ
οἷόν τε ῥυτῆρα βιοῦ τ᾽ ἔμεναι καὶ ὀϊστῶν:
ἀλλ᾽ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.”
175
ὣς φάτο , καί ῥ᾽ ἐκέλευσε Μελάνθιον , αἰπόλον αἰγῶν:
ἄγρει δή , πῦρ κῆον ἐνὶ μεγάροισι , Μελανθεῦ,
πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπ᾽ αὐτοῦ,
ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,
ὄφρα νέοι θάλποντες , ἐπιχρίοντες ἀλοιφῇ,
180
τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.”