Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐκ δ᾽ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο
ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.
τῇ δ᾽ ἄρ᾽ ἅμ᾽ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,
125
Φυλὼ δ᾽ ἀργύρεον τάλαρον φέρε , τόν οἱ ἔθηκεν
Ἀλκάνδρη , Πολύβοιο δάμαρ , ὃς ἔναι᾽ ἐνὶ Θήβῃς
Αἰγυπτίῃς , ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται:
ὃς Μενελάῳ δῶκε δύ᾽ ἀργυρέας ἀσαμίνθους,
δοιοὺς δὲ τρίποδας , δέκα δὲ χρυσοῖο τάλαντα.
130
χωρὶς δ᾽ αὖθ᾽ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα:
χρυσέην τ᾽ ἠλακάτην τάλαρόν θ᾽ ὑπόκυκλον ὄπασσεν
ἀργύρεον , χρυσῷ δ᾽ ἐπὶ χείλεα κεκράαντο.
τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
νήματος ἀσκητοῖο βεβυσμένον : αὐτὰρ ἐπ᾽ αὐτῷ
135
ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
ἕζετο δ᾽ ἐν κλισμῷ , ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
αὐτίκα δ᾽ γ᾽ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα:
ἴδμεν δή , Μενέλαε διοτρεφές , οἵ τινες οἵδε
ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;
140
ψεύσομαι ἔτυμον ἐρέω ; κέλεται δέ με θυμός.
οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
οὔτ᾽ ἄνδρ᾽ οὔτε γυναῖκα , σέβας μ᾽ ἔχει εἰσορόωσαν,
ὡς ὅδ᾽ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,
Τηλεμάχῳ , τὸν ἔλειπε νέον γεγαῶτ᾽ ἐνὶ οἴκῳ
145
κεῖνος ἀνήρ , ὅτ᾽ ἐμεῖο κυνώπιδος εἵνεκ᾽ Ἀχαιοὶ
ἤλθεθ᾽ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.”
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος:
οὕτω νῦν καὶ ἐγὼ νοέω , γύναι , ὡς σὺ ἐίσκεις:
κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες
150
ὀφθαλμῶν τε βολαὶ κεφαλή τ᾽ ἐφύπερθέ τε χαῖται.